Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.229 Joseph. BJ 7.235 (English) >>Joseph. BJ 7.243

7.233σφοδρᾶς δὲ τῆς μάχης καὶ παρʼ ὅλην τὴν ἡμέραν γενομένης αὐτοὶ τὴν ἀνδρείαν διαπρεπῆ παρέσχον καὶ μηδὲν ἐλαττωθείσῃ τῇ σφετέρᾳ δυνάμει ἑσπέρᾳ διελύθησαν. 7.234Ἀντιόχῳ δʼ οὐδʼ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει, λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετʼ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς

-- --

Κιλικίαν, καὶ τοῦτο πράξας τὰ φρονήματα τῶν οἰκείων στρατιωτῶν κατέκλασεν· 7.235ὡς γὰρ κατεγνωσμένης ὑπʼ αὐτοῦ τῆς βασιλείας ἀπέστησαν καὶ πρὸς τοὺς Ῥωμαίους μετεβάλοντο, καὶ πάντων πρόδηλος ἦν ἀπόγνωσις. 7.236πρὶν οὖν τελέως ἐρημωθῆναι τῶν συμμάχων τοῖς περὶ τὸν Ἐπιφανῆ σώζειν αὑτοὺς ἐκ τῶν πολεμίων ἦν ἀναγκαῖον, καὶ γίνονται δέκα σύμπαντες ἱππεῖς οἱ μετʼ αὐτῶν τὸν Εὐφράτην διαβαλόντες, 7.237ἔνθεν ἤδη μετʼ ἀδείας πρὸς τὸν βασιλέα τῶν Πάρθων Βολογέσην κομισθέντες οὐχ ὡς φυγάδες ὑπερηφανήθησαν, ἀλλʼ ὡς ἔτι τὴν παλαιὰν ἔχοντες εὐδαιμονίαν πάσης τιμῆς ἠξιώθησαν. 7.238

Ἀντιόχῳ δʼ εἰς Ταρσὸν ἀφιγμένῳ τῆς Κιλικίας ἑκατοντάρχην Παῖτος ἐπιπέμψας δεδεμένον αὐτὸν εἰς Ῥώμην ἀπέστειλεν. 7.239Οὐεσπασιανὸς δʼ οὕτως οὐχ ὑπέμεινεν πρὸς αὐτὸν ἀναχθῆναι τὸν βασιλέα, τῆς παλαιᾶς ἀξιῶν φιλίας μᾶλλον αἰδῶ λαβεῖν διὰ τὴν τοῦ πολέμου πρόφασιν ἀπαραίτητον ὀργὴν διαφυλάττειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.229 Joseph. BJ 7.235 (English) >>Joseph. BJ 7.243

Powered by PhiloLogic